previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὀρχηνία, Ἀραβία Εὐδαίμων, τὴν θέσιν ἔχοντα πρὸς βορρολίβα τοῦ ὅλου τεταρτημορίου προσλαμβάνει πάλιν τὴν συνοικείωσιν τοῦ βορρολιβυκοῦ τριγώνου, Κριοῦ, Λέοντος, Τοξότου, ἔτι δὲ συνοικοδεσπότας τόν τε τοῦ Διὸς καὶ τὸν τοῦ Ἄρεως καὶ ἔτι τὸν τοῦ Ἑρμοῦ: διὸ μᾶλλον οὗτοι τῶν ἄλλων ἐμπορικώτεροι καὶ συναλλακτικώτεροι, πανουργότεροι δὲ καὶ δειλοκαταφρόνητοι καὶ ἐπιβουλευτικοὶ καὶ δουλόψυχοι καὶ ὅλως ἀλλοπρόσαλλοι διὰ τὸν τῶν προκειμένων ἀστέρων συσχηματισμόν. καὶ τούτων δὲ πάλιν οἱ μὲν περὶ τὴν Κοίλην Συρίαν καὶ Ἰδουμαίαν καὶ Ἰουδαίαν τῷ τε Κριῷ καὶ τῷ τοῦ Ἄρεως μᾶλλον συνοικειοῦνται: διόπερ ὡς ἐπὶ πᾶν θρασεῖς τέ εἰσι καὶ ἄθεοι καὶ ἐπιβουλευτικοί. Φοίνικες δὲ καὶ Χαλδαῖοι καὶ Ὀρχήνιοι τῷ Λέοντι [p. 144] καὶ τῷ ἡλίῳ, διόπερ ἁπλούστεροι καὶ φιλάνθρωποι καὶ φιλαστρόλογοι καὶ μάλιστα πάντων σέβοντες τὸν ἥλιον. οἱ δὲ κατὰ τὴν Ἀραβίαν τὴν Εὐδαίμονα τῷ Τοξότῃ καὶ τῷ τοῦ Διός: ὅθεν ἀκολούθως τῇ προσηγορίᾳ τό τε τῆς χώρας εὔφορον συνέπεσε καὶ τὸ τῶν ἀρωμάτων πλῆθος καὶ τὸ τῶν ἀνθρώπων εὐάρμοστον πρός τε διαγωγὰς ἐλεύθερον καὶ συναλλαγὰς καὶ πραγματείας. Τοῦ δὲ τρίτου τεταρτημορίου τοῦ κατὰ τὸ βόρειον μέρος τῆς μεγάλης Ἀσίας τὰ μὲν ἄλλα μέρη τὰ περιέχοντα τὴν Ὑρκανίαν, Ἀρμενίαν, Ματιανήν,

hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: